Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.137 Joseph. AJ 14.142 (English) >>Joseph. AJ 14.147

14.140

Ἐλθὼν δὲ καὶ Ἀντίγονος Ἀριστοβούλου πρὸς Καίσαρα τήν τε τοῦ πατρὸς ἀπωδύρετο τύχην καὶ ὡς διʼ αὐτὸν ἀποθάνοι φαρμάκοις ἀναιρεθεὶς Ἀριστόβουλος καὶ ἀδελφὸς αὐτοῦ κτείναντος πελέκει Σκιπίωνος, ἐδεῖτό τε λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, Ὑρκανοῦ δὲ ἐπὶ τούτοις καὶ Ἀντιπάτρου κατηγόρει βιαίως ἐξηγουμένων τοῦ ἔθνους καὶ εἰς αὐτὸν παρανομησάντων. 14.141παρὼν δʼ Ἀντίπατρος ἀπελογεῖτο μὲν ὑπὲρ ὧν ἑώρα τὴν κατηγορίαν κατʼ αὐτοῦ γεγενημένην, νεωτεριστὰς δʼ ἀπέφαινε τοὺς περὶ τὸν Ἀντίγονον καὶ στασιώδεις, ὅσα τε πονήσειεν αὐτὸς καὶ συνεργήσειεν ὑπεμίμνησκεν ἐπὶ τοῖς στρατεύμασιν ποιούμενος τοὺς λόγους ὧν αὐτὸς ἦν μάρτυς. 14.142δικαίως τε ἔλεγεν Ἀριστόβουλον μὲν εἰς Ῥώμην ἀνάσπαστον γεγονέναι πολέμιον ἀεὶ καὶ μηδέποτε εὔνουν ὑπάρξαντα Ῥωμαίοις, τὸν δʼ ἀδελφὸν αὐτοῦ κολασθέντα ἐπὶ λῃστείᾳ ὑπὸ Σκιπίωνος τυχεῖν ὧν ἄξιος ἦν, ἀλλʼ οὐ κατὰ βίαν καὶ ἀδικίαν τοῦτο παθεῖν τοῦ δράσαντος. 14.143

Τούτους Ἀντιπάτρου ποιησαμένου τοὺς λόγους Καῖσαρ Ὑρκανὸν μὲν ἀποδείκνυσιν ἀρχιερέα, Ἀντιπάτρῳ δʼ ἐφίησιν δυναστείαν ἣν αὐτὸς προαιρεῖται. τούτου δὲ ἐπʼ αὐτῷ ποιησαμένου τὴν κρίσιν, ἐπίτροπον αὐτὸν ἀποδείκνυσιν τῆς Ἰουδαίας. 14.144ἐπιτρέπει δὲ καὶ Ὑρκανῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη ταύτην αἰτησαμένῳ τὴν χάριν· ἔτι γὰρ ἐρήριπτο Πομπηίου καταβαλόντος· καὶ ταῦτα ἐπιστέλλει τοῖς ὑπάτοις εἰς Ῥώμην ἀναγράψαι ἐν τῷ Καπετωλίῳ. καὶ τὸ γενόμενον ὑπὸ τῆς συγκλήτου δόγμα τοῦτον ἔχει τὸν τρόπον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.137 Joseph. AJ 14.142 (English) >>Joseph. AJ 14.147

Powered by PhiloLogic